I C 121

I C 121 DIO CHRYSOST. orat. XLIII (36) 8-10:
οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα˙ ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δήμου καὶ τῶν [4] κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ' αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν. (9) ἀλλ' ὅμως ὑπὸ τοῦ δήμου, δι' ὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια˙ σχεδὸν αὐτὰ τἀναντία οἷς ἐποίει Σωκράτης. (10) ἐτίμα τε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, τοῦτον ὃν ἐγὼ νῦν ᾄδω, καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἢ ἀκόλαστος ἢ τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπ' ἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων ἢ καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρ' ἡμῖν. διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους.