V H 121

V H 121 Epist. 34 (Μητροκλεῖ):
ἴσθι με συμφορᾷ κεχρῆσθαι πυθόμενον Διογένη ἐς λῃστρικὰ ἁλῶναι, καὶ εἰ μή τις τῶν αἰχμαλώτων λυτρωθεὶς ἦλθεν Ἀθήναζε, ἔτι ἂν ἦν καὶ νῦν ἐν τοῖς ὁμοίοις. νῦν δ' ἀφικόμενος οὗτος ἰάσατό με, διηγησάμενος ὡς "ἤνεγκε τὴν συμφορὰν πράως, ὥστε ποτὲ καὶ εἶπε τοῖς λῃσταῖς ὀλιγωροῦσιν ἡμῶν, "ὦ οὗτοι, τί δήποτε; εἰ μὲν σῦς ἤγετε εἰς ἐμπορίαν, ἐπεμελεῖσθε ἂν αὐτῶν, ἵνα ὑμῖν πλεῖον ἀργύριον πωλούμενοι ἐνέγκωσιν˙ ἡμῶν δὲ, οὓς καὶ αὐτοὺς μέλλετε ὥσπερ σῦς πιπράσκειν, καταμελεῖτε. (2) ἢ οὐ δοκεῖτε καὶ ἡμᾶς πλεῖον εὑρίσκειν, ἐὰν παχεῖς ὁρώμεθα, ἔλαττον δὲ ἐὰν λεπτοί; ἐπεὶ ἄνθρωποι οὐκ ἐσθίονται, οὐκ οἴεσθε δεῖν καὶ ἀνθρώπων ἐπιμελεῖσθαι ὧδε; ἀλλ' ἴστε γε ὡς πάντες οἱ ἀγοράζοντες τὰ ἀνδράποδα εἰς ἓν τοῦτο βλέπουσιν, εἰ παχὺ τὸ σῶμα καὶ μέγα. ἐρῶ δὲ ὑμῖν καὶ αἰτίαν, ὅτι καὶ ἄνθρωπον διὰ τὴν τοῦ σώματος χρείαν ἀγοράζουσι καὶ οὐ τῆς ψυχῆς." ἐξ ἐκείνου οἱ λῃσταὶ οὐκέτι ἠμέλουν ἡμῶν, ἐπὶ τούτῳ δὲ καὶ ἡμεῖς αὐτῷ χάριν ἐγινώσκομεν. (3) ὡς δὲ ἥκομεν ἔς τινα πόλιν, ἵνα ἠδυνάμεθα κέρμα γενέσθαι αὐτοῖς, προήγαγον ἡμᾶς ἐς ἀγοράν, εἶτα ἡμεῖς μὲν ἑστῶτες ἐδακρύομεν, ὃ δὲ ἄρτου ἐπιλαβόμενος ἤσθιε καὶ ἡμῖν προσώρεγεν. ἀπονευόντων δὲ ἡμῶν προσδέξασθαι ἔφη "καὶ γάρ τ' ἠύκομος Νιόβη ἐμνήσατο σίτου." καὶ τοῦτο μετὰ παιδιᾶς καὶ γέλωτος εἰπών "οὐ παύσεσθε" ἔφη "εἰρωνευόμενοι καὶ κλαίοντες ἐπὶ τῷ μέλλειν δουλεύειν, ὥσπερ πρὶν ἁλῶναι εἰς τοὺς λῃστὰς ἐλεύθεροι ὄντες καὶ οὐ δοῦλοι καὶ τῶν γε φαύλων δεσποτῶν; νυνὶ μὲν γὰρ κληρώσεσθε ἴσως δεσπότας μετρίους, οἳ ἐκκόψουσιν ὑμῶν τὴν τρυφήν, ὑφ' ἧς διεφθάρητε, ἐμποιήσουσι δὲ καρτερίαν καὶ ἐγκράτειαν, τὰ τιμιώτατα ἀγαθά."(4) ταῦτα οὖν διεξιόντος οἱ ὠνηταὶ ἑστῶτες τῶν λόγων ἠκροῶντο καὶ αὐτὸν [26] ἐθαύμαζον τῆς ἀπαθείας, τινὲς δὲ καὶ ἠρώτων εἴ τι ἐπίσταται. ὃ δὲ ἔλεγεν ἐπίστασθαι ἀνθρώπων ἄρχειν, "ὥστε εἴ τις ὑμῶν κυρίου δεῖται, συμφωνείτω προσιὼν τοῖς πωληταῖς." κἀκεῖνοι ἀναγελάσαντες ἐπὶ τούτῳ "καὶ τίς" ἔφασαν "ἐστίν, ὃς ὢν ἐλεύθερος κυρίου δεῖται;" "πάντες" εἶπεν "οἱ φαῦλοι καὶ τιμῶντες μὲν ἡδονήν, ἀτιμάζοντες δὲ πόνον, τὰ μέγιστα τῶν κακῶν δελέατα." (5) διὰ ταῦτα περιμάχητος ἐγένετο ὁ Διογένης καὶ οὐκέτι ἐπράθη, ἀλλ' οἱ λῃσταὶ καθελόντες αὐτὸν ἀπὸ τοῦ λίθου ἦγον οἴκαδε παρ' αὑτούς, ὑπισχνούμενοι, εἰ ἐπιδείξαι τι αὐτοῖς ὧν πωλούμενος ἔλεγεν εἰδέναι, ἀφήσειν." διὰ ταῦτα οὔτε αὐτὸς ἐπανελθὼν οἴκαδε τὸ λύτρον ἐπόρισα, οὔτε σοι ἐπέστειλα πορίζειν. ἀλλὰ χαῖρε καὶ σύ, ὅτι ζῇ ἁλοὺς εἰς τὰ λῃστρικὰ καὶ ὅτι ἃ μὴ ὑπὸ πολλῶν ἐπιστεύετο εἶναι ἐφάνη.