V A 123

V A 123CLEM. ALEX.strom. II, XX 107, 2-3:
ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, "τὴν Ἀφροδίτην" λέγοντα "κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν." τόν τε ἔρωτα κακίαν φησὶ φύσεως˙ ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δι' ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παιδοποιίας χρείαν δεδομένη τυγχάνῃ.
THEODORET. graec. affect. cur. III 53:
αὐτίκα τοίνυν Ἀντισθένης, ὁ Σωκράτους ἑταῖρος καὶ Διογένους διδάσκαλος, τὴν σωφροσύνην περὶ πλείστου ποιούμενος καὶ τὴν ἡδονὴν μυσαττόμενος, τοιάδε περὶ τῆς Ἀφροδίτης λέγεται φάναι˙ " ἐγὼ δὲ τὴν Ἀφροδίτην κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς κἀγαθὰς γυναῖκας διέφθειρεν." τὸν δέ γε ἔρωτα κακίαν ἐκάλει τῆς φύσεως, ἧς ἥττους ὄντες οἱ κακοδαίμονες, θεὸν τὴν νόσον καλοῦσιν. ταύτῃ τοι μανῆναι μᾶλλον ἢ ἡσθῆναι ᾑρεῖτο.