V A 124

V A 124 STOB. III 6, 43:
Ἀντισθένης ἔλεγεν τὰς μὴ κατὰ θύραν εἰσιούσας ἡδονὰς ἀναγκαῖον μὴ κατὰ θύραν πάλιν ἐξιέναι˙ δεήσει οὖν [3] τμηθῆναι ἢ ἐλλεβορισθῆναι.
STOB. III 18, 26:
τὰς μὴ κατὰ θύραν, φησὶν ὁ Ἀντισθένης, εἰσιούσας ἀπολαύσεις δεήσει ἢ σχασθῆναι ἢ ἐλλεβορισθῆναι ἢ πάντως λιμαγχονηθῆναι, κακὰς ἀμοιβὰς ἐκτίνοντα τῆς προγεγενημένης ἀπληστίας ἕνεκα μικρᾶς καὶ ὀλιγοχρονίου ἡδονῆς.