I C 127

PHILOSTRAT. vit. Apoll. VII 11:
καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ "Σωκράτης" φησὶν "ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων", ἡμᾶς δὲ οὑτωσὶ γράφονται˙ ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς.