IV A 130

IV A 130 GNOM. VAT. 743 n. 45:
ὁ αὐτὸς [scil. Aristippus] ἐπιλαβομένων αὐτοῦ τῶν πολιτῶν, ὅτι μειρακίοις μᾶλλον συνδιατρίβει διαλεγόμενος αὐτοῖς περὶ φρονήσεως, ἔφη˙ "καὶ γὰρ ὑμᾶς, ὦ πολῖται, ὁρῶ οὐ τοὺς γέροντας τῶν ἵππων δαμάζοντας, ἀλλὰ τοὺς πώλους."