[38] Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. "δοκεῖ δέ," φησὶν ὁ Θράσυλλος (FHG III. 504), "ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν˙ ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι (DK 68 B 0a). πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο." πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος (FHG II. 24), κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάῳ αὐτὸν συγγεγονέναι. Ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης (FGrH 508 F 13), καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. [38] Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. "δοκεῖ δέ," φησὶν ὁ Θρασύλος, "ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν˙ ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο." πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάῳ αὐτὸν συγγεγονέναι. Ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης, καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. [38] Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. "Δοκεῖ δέ," φησὶν ὁ Θράσυλλος, "ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν˙ [65710] ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι. Πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο." Πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ [65715] τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. Φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάῳ αὐτὸν συγγεγονέναι. Ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης, καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων.