V A 134

V A 134 DIOG. LAERT. VI 10-13:
ἤρεσκεν αὐτῷ [scil. Antistheni] καὶ τάδε. διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν. (11) καὶ τοὺς αὐτοὺς εὐγενεῖς [3] τοὺς καὶ ἐναρέτους˙ αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν, μηδενὸς προσδεομένην ὅτι μὴ Σωκρατικῆς ἰσχύος. τήν τ' ἀρετὴν τῶν ἔργων εἶναι, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. αὐτάρκη τ' εἶναι τὸν σοφόν˙ πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. τήν τ' ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύσεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. [. . . cf. V A 58 . . .] (12) ἀναγράφει δ' αὐτοῦ καὶ Διοκλῆς ταυτί. τῷ σοφῷ ξένον οὐδὲν οὐδ' ἄπορον. ἀξιέραστος ὁ ἀγαθός˙ οἱ σπουδαῖοι φίλοι˙ συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους˙ ἀναφαίρετον ὅπλον ἡ ἀρετή˙ κρεῖττόν ἐστι μετ' ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας τοὺς κακοὺς ἢ μετὰ πολλῶν κακῶν [13] πρὸς ὀλίγους ἀγαθοὺς μάχεσθαι. προσέχειν τοῖς ἐχθροῖς˙ πρῶτοι γὰρ [14] τῶν ἁμαρτημάτων αἰσθάνονται. τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς˙ ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή˙ τἀγαθὰ καλά, τὰ [16] κακὰ αἰσχρά˙ τὰ πονηρὰ νόμιζε πάντα ξενικά. (13) τεῖχος ἀσφαλέστατον φρόνησιν˙ μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς [= [HESYCH. MILES.] de vir. illustr. 7; ARSEN. p. 108, 21-109, 19].