V B 135

V B 135 CLEM. ALEX. strom. II, XX 119, 5-6:
τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ Διογένης ἔν τινι τραγῳδίᾳ γράφει˙
[4] οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης
τρυφῆς ὑφ' ἡδοναῖσι σαχθέντες κέαρ
[6] πονεῖν θέλοντες οὐδὲ βαιά,
καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται, ἐπαξίως δὲ τῶν φιληδόνων.