V A 136

V A 136 DIOG. LAERT. VII 121:
κυνιεῖν τ' αὐτόν [scil. τὸν σοφόν: cf. CHRYPPI fr. 368 S.V.F. III p. 162]. εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπ' ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ [fr. 17 S.V.F. III p. 261].
PLUTARCH. amat. 16 p. 759 D:
ὥσπερ οἱ Κυνικοὶ λέγουσι "σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπ' ἀρετήν."
GALEN. de cuiusl. anim. pecc. dign. 3:
ἑτοιμότατον δ' ἐστὶ πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν, ὑφηγημένον παρὰ τοῖς Κυνικοῖς ὀνομαζομένοις. καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ' ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα. τινὲς δὲ αὐτῶν ἐλέγχοντες οὐκ ἐπ' ἀρετήν, ἀλλὰ δι' ἀρετῆς ἐπ' εὐδαιμονίαν ὁδὸν εἶναι φάσκουσι τὴν κυνικὴν φιλοσοφίαν.