IV A 136

IV A 136 GNOM. VAT. 743 n. 25:
ὁ αὐτὸς [scil. Aristippus] ἄσωτον γενόμενον τὸν υἱὸν ἐξέκλεισεν˙ τῆς δὲ γυναικὸς μεμφομένης, ὅτι αὐτὸν οὐ προσίεται καὶ λεγούσης παρ' ἕκαστα, ὡς καὶ οὖτος ἐξ αὐτοῦ εἴη, ἀποπτούσας [ὁ Ἀρίστιππος] <ἔφη˙> "καὶ γὰρ καὶ τοῦτο ἐξ ἐμοῦ ἐστιν, ἀλλ' ἀπορρίπτω αὐτό, ὅτι με λυπεῖ." [ = COD. VAT. GR. 1144 f. 216r]. [6] cf.
COD. NEAPOLIT. II D 22 n. 35:
Ἀρίστιππος ἄσωτον γενόμενον τὸν υἱὸν ἐξέκλεισε˙ μεμφομένης οὖν τῆς γυναικὸς ὅτι οὐ προσίεται αὐτὸν, ἐξ αὐτοῦ ὄντα, ἀποπτύσας Ἀρίστιππος, ἔφη˙ "καὶ τοῦτο ἐξ ἐμοῦ ἐστιν, [9] ἀλλ' ὅτι με λυπεῖ, ῥίπτω αὐτό."
STOB. IV 24, 30:
Ἀριστίππου. Μεμφομένης αὐτῷ τῆς γυναικὸς ὅτι τὸν υἱὸν οὐ προσίεται, καὶ λεγούσης ὅτι ἐκ σοῦ εἴη, ἀποπτύσας "καὶ γὰρ τοῦτο" εἶπεν "ἐξ ἐμοῦ˙ ἀλλ' οὐδέν μοι χρήσιμόν ἐστιν."
ANECD. GR. ed. Boissonade II p. 467, 14-17:
ὁ αὐτὸς, μεμφομένης αὐτῷ τῆς συνεύνου ὅτι τὸν υἱὸν αὐτοῦ οὐ προσίεται, ἄχρηστον ὄντα, καὶ λεγούσης ὅτι ἐξ αὐτοῦ εἴη, πτύσας, ἔφη˙ "καὶ τοῦτο ἐξ ἐμοῦ, ἀλλ' οὐ χρήσιμον."