V A 137

V A 137 DIOG. LAERT. VII 19:
πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν [scil. Zeno Citieus, fr. 305 S.V.F. I p. 68] εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ˙ τοῦ δ' οὐκ εἰδέναι φήσαντος, "εἶτ' οὐκ αἰσχύνῃ," ἔφη, "εἰ μέν τι κακὸν ἦν εἰρημένον ὑπ' Ἀντισθένους τοῦτ' ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδ' ἐπιβαλλόμενος κατέχειν;"
DIOG. LAERT. VII 91:
τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν φησιν ὁ Ποσειδώνιος ἐν τῷ πρώτῳ τοῦ Ἠθικοῦ λόγου [fr. 29 Edelstein Kidd ] τὸ γενέσθαι ἐν προκοπῇ τοὺς περὶ Σωκράτην, Διογένην, Ἀντισθένην.