I C 137

PLUTARCH. vit. dec. orat 3 p. 836 B: De Lysiae Apologia Socratis
εἰσὶ δ'αὐτῷ [scil. Lysiae] καὶ Τέχναι ῥητορικαὶ [.....] καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν.
SCHOL. in Ael. Aristid. p. 480, 28 - 481, 2 Dindorf:
οὐκέτι αὐτὸν λέγει τὸν Πλάτωνα, ἀλλ' ἕτερον εἰσάγει τινά. τοῦτο δ' οὐκ ἀργῶς εἶπεν, ἀλλ' ἐπειδὴ οἶδε τὸν Σωκράτη πρὸς τοὺς νέους ἀεὶ τὸν Ὀδυσσέα θαυμάζοντα διὰ τὴν τοιαύτην πρᾶξιν, ὡς Πολυκράτης ἐν τῷ κατ' αὐτοῦ λόγῳ φησὶ καὶ Λυσίας ἐν τῷ πρὸς Πολυκράτην ὑπὲρ αὐτοῦ˙ ὁ μὲν συνιστῶν ὅτι τὴν δημοκρατίαν ἐκ τούτου καταλύειν ἐπεχείρει, ἐπαινῶν τὸν Ὀδυσσέα, τοῖς μὲν βασιλεῦσιν ἐπαινόντα λόγῳ, τοὺς δὲ ἰδιώτας τύπτοντα, οὐδὲν λέγων φροντίζειν μᾶλλον αὐτοῦ τῆς τάξεως˙ διὰ τοῦτο οὖν καὶ αὐτὸς τίθησιν.
SCHOL. in Ael. Aristid. p. 320, 1-4 Dindorf:
ἀγάλματα διὰ τὸ Παλλάδιον φησὶ τὸ ἀπὸ Τροίας˙ ὁ γὰρ Δημόφιλος παρὰ Διομήδους ἁρπάξας εἰς τὴν πόλιν ἤγαγεν, ὡς Λυσίας ἐν τῷ ὑπὲρ Σωκράτους πρὸς Πολυκράτην λόγῳ. et cf. DIOG. LAERT. II 40-1 [ = I D 1] et STOB. III 7, 56 [ = I C 254].