[38] λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον˙ καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος (Wehrli I, fg. 42) δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.
Ὁ γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι˙ τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, "ἀλλὰ τό γ' ἔθος," εἰπεῖν, "οὐ μικρόν." ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο˙ "ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται." εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα˙ αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.

[38] λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον˙ καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.
Ὁ γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι˙ τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, "ἀλλὰ τό γ' ἔθος," εἰπεῖν, "οὐ μικρόν." ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο˙ "ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται." εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα˙ αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.

[38] Λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον˙ καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.
[21610] Ὁ γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι˙ τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, " Ἀλλὰ τό γ' ἔθος," εἰπεῖν, "οὐ μικρόν." Ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο˙ " Ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται." Εἰσελθόντος ποτὲ [21615] Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα˙ αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.