V A 144

V A 144 ATHEN. XII 533 C-D:
Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἡδονῆς [fr. 59 Wehrli] ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ' ἡδονῆς βίον προείλετο ᾤκει τε μετ' Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε.