V A 149

V A 149 SIMPL. in Aristot. categ. p. 208, 28-32:
τῶν δὲ παλαιῶν οἱ μὲν ἀνῄρουν τὰς ποιότητας τελέως, τὸ ποιὸν συγχωροῦντες εἶναι, ὥσπερ Ἀντισθένης, ὅς ποτε Πλάτωνι διαμφισβητῶν "ὦ Πλάτων, ἔφη, ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ"˙ καὶ ὃς εἶπεν˙ "ὅτι ἔχεις μὲν ᾧ ἵππος ὁρᾶται τόδε τὸ ὄμμα, ᾧ δὲ ἱππότης θεωρεῖται, οὐδέπω κέκτησαι." cf. ibid. p. 211, 18-21.
AMMON. in Porphyr. isagog. p. 40,6-10:
ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι "ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ" καὶ πάλιν "ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ." ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. cf. ibid. p. 41,4; ELIAS in Porphyr. isagog. p. 47, 14-19; ELIAS (Olim DAVID) in Aristot. categ. prooem. p. 108,15-109,3 [ = I H 9] et in Aristot. categ. p. 220, 28-30; DAVID in Porphyr. isagog. p. 109, 12-16.
TZETZES. chiliad. VII 605-609:

τῶν ἰδεῶν δὲ λέγουσι τρεῖς δόξας πεφυκέναι.
ψιλὰς ἐννοίας γὰρ φησι ταύτας ὁ Ἀντισθένης
λέγων. βλέπω μὲν ἄνθρωπον καὶ ἵππον δὲ ὁμοίως,
ἱππότητα οὐ βλέπω δ', οὐδ' ἀνθρωπότητά γε.