IV A 149

IV A 149 SCHOL. in Apoll. Rhod. Argon. II 77:
θάρσος δὲ θράσους διαφέρει˙ θάρσος γὰρ τὸ εὔλογον, θράσος δὲ τὸ μετὰ ἰταμότητος. οὕτω καὶ Ἀρίστιππος ὁ φιλόσοφος.
SCHOL. in Hom. Il. Ε 2:
κατὰ δὲ Ἀρίστιππος τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους [scil. θάρσος ἐστι] εὐσταθεῖν κατὰ [5] διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὥς φησιν ὁ ποιητὴς "καὶ οἱ [6] μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν."
EUSTATH. in Hom. Il. Ε 2 p. 511, 40-41:
ἄλλοι δέ φασι θάρσος εἶναι τὸ ἐν δεινῶν ἐπελεύσει εὐσταθεῖν κατὰ λόγον, οἷόν τι καὶ Ὅμηρος λέγει, ὅτε φησί˙ καὶ οἱ μυίας θάρσος ἐν στήθεσιν ἔθηκεν.