V A 150

V A 150 ARISTOT. metaph. Η 3. 1043 b 4-32:
οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως, οὐδ' ἡ οἰκία πλίνθοι τε καὶ σύνθεσις. καὶ τοῦτο ὀρθῶς˙ οὐ γάρ ἐστιν ἡ σύνθεσις οὐδ' ἡ μῖξις ἐκ τούτων ὧν ἐστὶ σύνθεσις ἢ μῖξις [. . . . . .] 23 ὥστε ἡ ἀπορία ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν ἔχει τινὰ καιρόν, ὅτι οὐκ ἔστι τὸ τί ἔστιν ὁρίσασθαι (τὸν γὰρ ὅρον λόγον εἶναι μακρόν), ἀλλὰ ποῖον μέν τί ἐστιν ἐνδέχεται καὶ διδάξαι, ὥσπερ ἄργυρον, τί μέν ἐστιν οὔ, ὅτι δ' οἷον καττίτερος˙ ὥστ' οὐσίας ἔστι μὲν ἧς ἐνδέχεται εἶναι ὅρον καὶ λόγον, οἷον τῆς συνθέτου, ἐάν τε αἰσθητὴ ἐάν τε νοητὴ ᾖ. ἐξ ὧν δ' αὕτη πρώτων, οὐκέτι, εἴπερ τὶ κατὰ τινὸς σημαίνει ὁ λόγος ὁ ὁριστικὸς καὶ δεῖ τὸ μὲν ὥσπερ ὕλην εἶναι τὸ δὲ ὡς μορφήν.
ALEX. in Aristot. metaph. p. 553, 31-554, 10:
δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον˙ ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία. ἔστι δ' αὐτῶν ἡ ἀπορία, ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ' ἔστιν ὁρισμός τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ' ἐκ πλειόνων (τοῦτο γὰρ εἶπε λόγον μακρόν˙ τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ' οὐχ ὡς τὸ ἄνθρωπος ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, οὐκ ἔστιν ὁρίσασθαι. λέγουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπεξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει, ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον λογικὸν θνητόν, ὁρισμὸν δὲ οὔ φαμεν. [. . . . . . . .] ibid. p. 554, 18-33˙ οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ οὔ˙ οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε, ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν, ὅτι οἷον καττίτερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου ἔστιν οὐσίας ἀποδοῦναι ὁρισμόν, προσέθηκε τὸ ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς. [. . .] οὐχ ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ' ἴσως καὶ τοῦτο τῶν Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ' αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος τὸ δὲ ὕλη.