V B 150

V B 150 PHILO de plant. 151:
ἡ κυνὸς φωνὴ πάντως ὁμωνύμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι' αὐτῆς σημαίνεται [. . . .] καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλόσοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων.
CLEM. ALEX. strom. VIII, IV 12, 5:
εἰκότως γὰρ ἂν εἴποιμι˙ ποίου κυνός; ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατ' οὐρανὸν ἄστρου, ἀλλὰ καὶ Διογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν.