I C 150

ATHEN. XI 507 A-B:
Ἡγήσανδρος δὲ ὁ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων γράφει καὶ ταῦτα [fr. 1 F.H.G. IV p. 412] "μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπεν "ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν." ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν.