V A 151

V A 151 DIOG. LAERT. VI 3:
πρῶτός τε ὡρίσατο [scil. Antisthenes] λόγον εἰπών, "λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν" [= ARSEN. p. 107, 5-6].
ALEX. in Aristot. top. p. 42, 13-22:
(ἔστι δὲ ὅρος μὲν λόγος ὁ τὸ τί ἧ εἶναι σημαίνων). εἰ γὰρ τὸ "ἦν" τὸ "ἔστι" σημαίνει, εἴη ἂν ὁ λόγος ὁ τὸ τί ἦν σημαίνων ὁ αὐτὸς τῷ "λόγος ὁ τὸ τί ἐστι σημαίνων," δῆλον ὅτι τὸ προκείμενον πρᾶγμα οὗ ἀποδίδοται. ἀλλ' εἰ τοῦτο, πᾶς ὁ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ἔχων τι λόγος ὁρισμὸς αὐτοῦ ἔσται˙ ἐν τῷ τί ἐστι δὲ κατηγορεῖται τῶν εἰδῶν τὰ γένη, συνωνύμως γάρ˙ ὁ ἐν τῷ γένει ἄρα τὸ εἶδος τιθεὶς λόγος εἴη ἂν ὁρισμὸς τοῦ εἴδους, δηλῶν τὸ τί ἐστιν, ὅπερ οὐκ ἀληθές. οὐκ ἄρα αὔταρκες τὸ ἦν, ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινες [fr. 228 S.V.F. II p. 75] ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται.