V A 152

V A 152 ARISTOT. metaph. Δ 29. 1024 b 26-34:
λόγος δὲ ψευδὴς ὁ τῶν μὴ ὄντων, ᾗ ψευδής, διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστὶν ἀληθής, οἷον ὁ τοῦ κύκλου ψευδὴς τριγώνου. ἑκάστου δὲ λόγος ἔστι μὲν ὡς εἷς, ὁ τοῦ τί ἦν εἶναι, ἔστι δ' ὡς πολλοί, ἐπεὶ ταὐτό πως αὐτὸ καὶ αὐτὸ πεπονθός, οἷον Σωκράτης καὶ Σωκράτης μουσικός (ὁ δὲ ψευδὴς λόγος οὐθενός ἐστιν ἁπλῶς λόγος)˙ διὸ Ἀντισθένης ᾤετο εὐήθως μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ, ἓν ἐφ' ἑνός˙ ἐξ ὧν συνέβαινε μὴ εἶναι ἀντιλέγειν, σχεδὸν δὲ μηδὲ ψεύδεσθαι.
ALEX. in Aristot. metaph. p. 434, 25-435, 20:
εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρακρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ λόγον μηδενὸς ἁπλῶς εἶναι λόγον˙ οὐ γὰρ εἰ μὴ ἁπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντισθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκάστου λόγον εἶναι˙ τὸν γὰρ οἰκεῖον˙ τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα τούτου περὶ οὗ λέγεται εἶναι, ἀλλότριόν γε ὄντα αὐτοῦ, ἐξ ὧν καὶ συνάγειν ἐπειρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν˙ τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφείλειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺς λόγους φέρεσθαι τῷ ἕνα τὸν οἰκεῖον ἑκάστου εἶναι˙ ἕνα γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἂν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἂν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐτοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ μὴ οἷόν τε εἶναι περί τινος ἄλλον πλὴν τὸν ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἂν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου. cf. ASCLEP. in Aristot. metaph. p. 356, 21-34; ALEX. in Aristot. top. p. 70, 24.