I C 152

ISOCRAT. Busir. 4-6:
αἰσθόμενος οὖν οὐχ ἥκιστά σε μεγαλαυχούμενον ἐπί τε τῇ Βουσίριδος ἀπολογίᾳ καὶ τῇ Σωκράτους κατηγορίᾳ, πειράσομαί σοι ποιῆσαι καταφανὲς ὅτι πολὺ τοῦ δέοντος ἐν ἀμφοτέροις τοῖς λόγοις διήμαρτες. ἁπάντων γὰρ εἰδότων ὅτι δεῖ τοὺς μὲν εὐλογεῖν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων ἀγαθῶν αὐτοῖς προσόντ' ἀποφαίνειν, τοὺς δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν, (5) τοσούτου δεῖς οὕτω κεχρῆσθαι τοῖς λόγοις ὥσθ' ὑπὲρ μὲν Βουσίριδος ἀπολογήσασθαι φάσκων οὐχ ὅπως τῆς ὑπαρχούσης αὐτὸν διαβολῆς ἀπήλλαξας, ἀλλὰ καὶ τηλικαύτην αὐτῷ τὸ μέγεθος παρανομίαν προσῆψας, ἧς οὐκ ἔσθ' ὅπως ἄν τις δεινοτέραν ἐξευρεῖν δυνηθείη˙ τῶν γὰρ ἄλλων τῶν ἐπιχειρησάντων ἐκεῖνον λοιδορεῖν τοσοῦτον μόνον περὶ αὐτοῦ βλασφημούντων ὡς ἔθυε τῶν ξένων τοὺς ἀφικνουμένους, σὺ καὶ κατεσθίειν αὐτὸν τοὺς ἀνθρώπους ᾐτιάσω. Σωκράτους δὲ κατηγορεῖν ἐπιχειρήσας, ὥσπερ ἐγκωμιάσαι βουλόμενος Ἀλκιβιάδην ἔδωκας αὐτῷ μαθητὴν, ὃν ὑπ' ἐκείνου μὲν οὐδεὶς ᾔσθετο παιδευόμενον, ὅτι δὲ πολὺ διήνεγκε τῶν Ἑλλήνων, ἅπαντες ἂν ὁμολογήσειαν. (6) τοιγαροῦν εἰ γένοιτ' ἐξουσία τοῖς τετελευτηκόσιν βουλεύσασθαι περὶ τῶν εἰρημένων, ὁ μὲν ἄν σοι τοσαύτην ἔχοι χάριν ὑπὲρ τῆς κατηγορίας ὅσην οὐδενὶ τῶν ἐπαινεῖν αὐτὸν εἰθισμένων. cf.
ANONYM. argum. ed. G. Mathieu-É. Brémond, pp. 187-8:
τοῦτον τὸν λόγον γράφει πρὸς Πολυκράτη τινὰ σοφιστήν, ἐξ ἀνάγκης ἐλθόντα ἐπὶ τὸ σοφιστεύειν διὰ πενίαν, Ἀθηναῖον μὲν τῷ γένει, σοφιστεύοντα δὲ ἐν Κύπρῳ. γράφει δὲ αὐτῷ ὡς φίλος, ἐπανορθούμενος αὐτὸν δῆθεν ὡς σφαλέντα ἐν τούτοις τοῖς λόγοις οἷς ἔγραφεν, ἔν τε τῷ ἐγκωμίῳ τοῦ Βουσίριδος καὶ ἐν τῆ κατηγορίᾳ τοῦ Σωκράτους. αὐτὸς γάρ ἐστιν ὁ παρασχὼν τὸν λόγον τῆς κατηγορίας Σωκράτους τοῖς περὶ Ἄνυτον καὶ Μέλητον ἵνα κατηγορηθεὶς ἀποθάνῃ. κατηγόρουν δὲ αὐτοῦ ὡς ὅτι καινὰ δαιμόνια εἰσφέρει τοῖς Ἀθηναίοις, λέγων δεῖν σέβειν ὄρνεα καὶ κύνας καὶ τὰ τοιαῦτα, καὶ διὰ τοῦτο διαφθείρει τοὺς νέους τοὺς μανθάνοντας. ἐζήτησαν δέ τινες διὰ ποίαν αἰτίαν μὴ φανερῶς τὸν κατ'αὐτοῦ λόγον εἰσῆλθεν, εἴ γε κήδεται τοῦ διδασκάλου. καὶ λέγομεν˙ ἵνα μὴ ὀργισθῶσιν οἱ Ἀθηναῖοι ἀρτίως Σωκράτους καταψηφισάμενοι. δοκεῖ οὖν διὰ τούτου ὥσπερ ἐλέγχειν αὐτοὺς ὡς κακῶς καταψηφισαμένους. καὶ γὰρ καὶ αὐτοὶ μετέγνωσαν ὕστερον ὅτι ἀσεβῶς ἔπραξαν καταψηφισάμενοι Σωκράτους, εἶτα καὶ σωφρονισθέντες διὰ τοῦ λοιμοῦ τοῦ ἐγκατασκήψαντος αὐτοῖς διὰ τὸν Σωκράτους θάνατον. ἀπέθανε δὲ ἐπὶ Λάχητος ἄρχοντος, ὅθεν λοιπὸν ἐκέλευσαν μηδένα δημοσίᾳ, οἷον ἐν κοινῷ θεάτρῳ, λέγειν περὶ Σωκράτους. ἀμέλει λέγεταί τι τοιοῦτον, ὡς ὅτι Εὐριπίδου βουλομένου εἰπεῖν περὶ αὐτοῦ καὶ δεδιότος ἀναπλάσασθαι Παλαμήδην ἵνα διὰ τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς τὸν Σωκράτη καὶ εἰς τοὺς Ἀθηναίους.
ἐκάνετε, ἐκάνετε τῶν Ἑλλήνων τὸν ἄριστον,
ὅ ἐστιν ἐφονεύσατε˙ καὶ νοῆσαν τὸ θέατρον ἅπαν ἐδἁκρυσε, διότι περὶ Σωκράτους ᾐνίττετο. γράφει οὖν αὐτῷ τὸν λόγον τοῦτον, ὥσπερ εἴπομεν, ἐπιλαμβανόμενος αὐτοῦ. εἰ δέ τις ζητήσει τὴν αἰτίαν διὰ τί μὴ καὶ τὸν ἄλλον λόγον εἶπεν εἰς τὸν Σωκράτην, λέγομεν, ώς ἤδη περὶ τούτου προειρήκαμεν, ἵνα μὴ ὀργισθῶσιν αὐτῷ οἱ Ἀθηναῖοι ἔναγχος καταψηφισάμενοι.