V A 153

V A 153 ARISTOT. top. Α 11. 104 b 19-21:
θέσις δέ ἐστιν ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, οἷον ὅτι οὐκ ἔστιν ἀντιλέγειν, καθάπερ ἔφη Ἀντισθένης, ἢ ὅτι πάντα κινεῖται, κτλ. [= SCHOL. in Aphton. 13; DOXOPATER. homil. in Aphton. 13].
ALEX. in Aristot. top. p. 79, 7-22:
ἀναιρῶν γὰρ Ἀντισθένης τὸ εἶναι ἀντιλέγειν ἔλεγε δεῖν μὲν τοὺς περί τινος λέγοντας ἐκεῖνο λέγειν καὶ σημαίνειν δι' ὧν λέγουσι τὸ περὶ οὗ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας περὶ τοῦ αὐτοῦ ὀφείλειν λέγειν. ταῦτα προλαμβάνων ἔλεγεν˙ οἱ ἀντιλέγειν δοκοῦντες ἀλλήλοις περί τινος ἤτοι ἀμφότεροι λέγοντες τὸν τοῦ πράγματος λόγον ἀντιλέγουσιν ἢ οὐδέτερος ἢ ὁ μὲν λέγων ὁ δὲ οὐ λέγων˙ ἀλλ' οὔτε, εἰ ἀμφότεροι λέγοιεν τὸν τοῦ πράγματος λόγον, ἀντιλέγοιεν ἄν (ταὐτὰ γὰρ ἂν λέγοιεν), εἴ τε μηδέτερος τὸν τοῦ πράγματος λέγοι λόγον, οὐδὲ τὴν ἀρχὴν ἄν τι λέγοιεν περὶ τούτου˙ οἱ δὲ μὴ λέγοντες περὶ αὐτοῦ τούτου οὐδ' ἂν ἀντιλέγοιεν περὶ αὐτοῦ˙ εἰ δ' ὁ μὲν λέγοι ὁ δὲ μή, οὐδ' οὕτως ἂν ἀντιλέγοιεν˙ ὁ γὰρ μὴ λέγων τὸν τοῦ πράγματος λόγον οὐδ' ὅλως ἄν τι λέγοι περὶ αὐτοῦ, ἀλλὰ περὶ ἐκείνου ὃ σημαίνει δι' ὧν λέγει˙ οὕτως δὲ οὐδ' ἂν ἀντιλέγοι περὶ αὐτοῦ. τούτων δὲ οὕτως ἐχόντων οὐδ' ἂν ἀντιλέγειν εἴη. ψεῦδος δὲ λαμβάνει τὸ τοὺς μὴ λέγοντας τὸν τοῦ πράγματος λόγον ἢ τὸν μὴ λέγοντα μηδ' ὅλως ἄν τι λέγειν περὶ αὐτου˙ οὐ γάρ, εἴ τις μὴ ἀληθῆ λέγει, οὗτος οὐδὲ λέγει περί τινος.
ASCLEP. in Aristot. metaph. p. 353, 18-25:
διὸ Ἀντισθένης οὐ καλῶς ἐπειρᾶτο δεικνύναι ὅτι οὐ δυνατόν ἐστιν ἀντιλέγειν, λέγων οὕτως ὅτι ἢ σύμφωνα ἑαυτοῖς διαλέγονται ἢ οὐ σύμφωνα˙ ἀλλ' εἰ μὲν σύμφωνα, οὐκ ἔστιν ἀντιλέγειν (αὐτὸ γὰρ τοῦτο συμφωνοῦσιν ἀλλήλοις)˙ εἰ δὲ μὴ σύμφωνα λέγουσι, κατὰ διαφόρων πραγμάτων φέρονται, ὥστε οὐδ' οὕτως ἀντιλέγουσιν, εἴ γε μηδὲ περὶ τοῦ αὐτοῦ πράγματος τὸν λόγον ποιοῦνται. ταῦτα δὲ ἔλεγεν ὁ Ἀντισθένης ὑπολαμβάνων ὅ τι οὐκ ἔστι˙ καὶ ὁ ψευδόμενος γὰρ κατὰ τοῦ αὐτοῦ φέρεται καὶ ὁ ἀληθεύων ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή˙ ὥστε ἔστιν ἀντιλέγειν. cf. ELIAS (Olim DAVID) in Aristot. categ. prooem. p. 108,25-26 [ = I H 9].