I C 153

THEMIST. orat. XXIII p. 296 A-C:
καὶ ἐπειδὴ ἠμφισβήτουν οἱ νεανίαι, πέμπει εἰς θεοῦ πευσομένους εἰ ἄρα ἄμεινόν τι ἐκεῖνος γινώσκει˙ καὶ φέρει τὴν αὐτὴν ψῆφον ὁ θεός, οἵαν πάλαι ἐπὶ Σωκράτην. πιστεύσατε, ὦ ἄνδρες, νὴ τὸν Ἀπόλλω ἐκεῖνον, ὅτι ταῦτα ἐγὼ οὐ μῦθον συμπλάσας ὥσπερ μειρακίοις προσάγω, οὐδὲ καταπλήττομαι ὑμᾶς τῷ κριτῇ, οὐδὲ καλλωπίζομαι καὶ ἁβρύνομαι ἄνευ ἀνάγκης, ἀλλ' ὅτι οὐκ ἔστιν ἄλλως ἀμύνασθαι τοὺς λοιδορουμένους τε καὶ τοὺς βλασφημοῦντας ἢ πολλῷ ἀμείνους ἐπιδεικνύντα τοὺς ἀγαπῶντας καὶ εὐφημοῦντας. ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος πρὸ μὲν τοῦ οὐκ ἐξέφαινε τοῦ Πυθίου τὴν μαρτυρίαν, ἐπεὶ δὲ αὐτὸν Λύκων τε καὶ Ἄνυτος διεβαλλέτην καὶ Μέλητος ἐφειστήκει γραψάμενος ὡς σοφιστὴν καὶ διαφθορέα τῶν νέων, τότε δὴ ξυνηναγκάσθη τοῖς δικασταῖς ἀναβιβάσασθαι μάρτυρα τὸν θεόν. ἀλλ' ἐκεῖνοι μὲν οἱ δικασταὶ ὑπ' ἀγνωμοσύνης τὸ παραυτίκα ἐξηπατήθησαν καὶ ἐγοητεύθησαν ὑπὸ τοῦ λόγου ὃν ξυνέγραψε Πολυκράτης, Ἄνυτος δὲ ἐμισθώσατο.