V A 155

V A 155 PROCL. in Plat. Cratyl. 37:
ὅτι Ἀντισθένης ἔλεγεν μὴ δεῖν ἀντιλέγειν˙ πᾶς γάρ, φησί, λόγος ἀληθεύει˙ ὁ γὰρ λέγων τὶ λέγει˙ ὁ δέ τι λέγων τὸ ὂν λέγει˙ ὁ δὲ τὸ ὂν λέγων ἀληθεύει. ῥητέον οὖν πρὸς αὐτὸν ὅτι ἔστιν καὶ τὸ ψεῦδος καὶ οὐδὲν κωλύει τὸν τὸ ὂν λέγοντα ψεῦδος λέγειν˙ καὶ ἔτι ὁ λέγων περί τινος λέγει, καὶ οὐχὶ τὶ λέγει.