I C 155

I C 155 DIODOR. SICUL. XIV 37,7:
Ἀθήνησι δὲ Σωκράτης ὁ φιλόσοφος ὑπ' Ἀνύτου καὶ Μελήτου κατηγορηθεὶς ἐπ' ἀσεβείᾳ καὶ φθορᾷ τῶν νέων, θανάτῳ κατεδικάσθη καὶ πιὼν κώνειον ἐτελεύτησεν. ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης ὁ δῆμος μετεμελήθη, τηλικοῦτον ἄνδρα θεωρῶν ἀνῃρημένον˙ διόπερ τοὺς κατηγορήσαντας δι' ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν. [6] cf.
SOCRATIC. EPIST. XVII 2:
Ἀθηναῖοι γὰρ ἤδη ποτὲ ἀνύπνωσαν ὑπνώσαντες. Ἄνυτόν τε καὶ Μέλητον ὡς ἀνοσιουργοὺς προσκαλεσάμενοι ἀπέκτειναν, ὅτι αἴτιοι τῇ πόλει ἐγένοντο τοσούτου κακοῦ. προφάσεις δὲ αὗται κατ' αὐτοῖν εὑρέθησαν˙ ἀληθεῖς μὲν γὰρ 〈αὗται αἱ αἰτίαι, ὅτι οἱ〉 Ἀθηναῖοι περιῄεσαν μετὰ τὸν θάνατον αὐτοῦ παρὰ πάντων εὐθυνόμενοι τῶν γενομένων, ὅτι γε οὐκ ἐχρῆν οὐκ ἀδικοῦντα αὐτὸν κατηγορηθῆναι μὴ 〈ὅτι〉 ἀποκτιννύναι. τί γὰρ εἰ τὴν πλάτανον ἢ τὸν κύνα ὤμνυε; τί δὲ εἰ ἀνηρώτα ἰδίᾳ καὶ κοινῇ πάντας ἀνθρώπους, ὅτι οὐδὲν εἰδεῖεν οὔτε δίκαιον οὔτε καλόν; εἶτα δὲ οἱ νέοι πάντες εἰς ἀκρασίαν καὶ ἀκοσμίαν ἐτρέποντο ἐν τῇ πόλει˙ αἰεὶ γὰρ τοῦτον καθοσον οῦν ᾐσχύνοντο.