V B 156

V B 156 (Ἀντιφίλου ΒΥΖΑΝΤΙΟΥ ) Anth. Pal. XVI 333:
ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα
μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη,
καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιο
ἄρκια˙ κἠν τούτοις ἦν τι περισσότερον˙
κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην
εἶπε˙ "τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;"