V A 157

V A 157 ARISTOT. analyt. post. Α 3. 72 b 5-7:
ἐνίοις μὲν οὖν διὰ τὸ δεῖν τὰ πρῶτα ἐπίστασθαι οὐ δοκεῖ ἐπιστήμη εἶναι, τοῖς δ' εἶναι μέν, πάντων μέντοι ἀπόδειξις εἶναι˙ ὧν οὐδέτερον οὔτ' ἀληθὲς οὔτ' ἀναγκαῖον.
ARISTOT. metaph. Γ 3. 1005 b 2-4:
ὅσα δ' ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀληθείας ὃν τρόπον δεῖ ἀποδέχεσθαι, δι' [6] ἀπαιδευσίαν τῶν ἀναλυτικῶν τοῦτο δρῶσιν. ibid. Γ 4. 1006 a 3-6: ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι, καὶ διὰ τούτου ἐδείξαμεν ὅτι βεβαιοτάτη αὕτη τῶν ἀρχῶν πασῶν. ἀξιοῦσι δὴ καὶ τοῦτο ἀποδεικνύναι τινὲς δι' ἀπαιδευσίαν.