V B 160

V B 160 SIMPL. comm. in Epictet. enchir. 32:
τοσαύτη δὲ ἦν ἡ σπουδὴ τοῖς θείοις ἀνδράσι πρὸς τὸ περιττὸν ἅπαν ἀποσκευάσασθαι, ὥστε τὸν Διογένην φασὶ σκύφος ξύλινον ἀεὶ περιφέροντα ἐν τῇ πήρᾳ, ᾧ τὸ ὕδωρ ἀρυόμενος ἔπινεν, ἐπειδὴ ποταμὸν διαβαίνων ἐθεάσατό τινα ταῖς χερσὶν ἀρυόμενον καὶ πίνοντα, ἔῤῥιψε τὸ σκύφος εἰς τὸν ποταμὸν, εἰπὼν, μηκέτι δεῖσθαι αὐτοῦ, τῶν χειρῶν τὴν χρείαν ποιουσῶν.