IV A 160

IV A 160 DIOG. LAERT. II 85-86:
ἡμεῖς δ' ἐπειδὴ τὸν βίον ἀνεγράψαμεν αὐτοῦ [scil. Aristippi], φέρε νῦν διέλθωμεν τοὺς ἀπ' αὐτοῦ Κυρηναϊκούς, οἵ τινες ἑαυτοὺς οἱ μὲν Ἡγησιακούς, οἱ δὲ Ἀννικερείους, οἱ δὲ Θεοδωρείους προσωνόμαζον. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπὸ Φαίδωνος, ὧν τοὺς κορυφαιοτάτους Ἐρετρικούς. ἔχειν δὲ οὕτως˙ Ἀριστίππου διήκουσεν ἡ θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος˙ Ἀρήτης δὲ Ἀρίστιππος ὁ μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ὁ ἄθεος, εἶτα θεός˙ Ἀντιπάτρου δ' Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας ὁ πεισιθάνατος καὶ Ἀννίκερις [ὁ Πλάτωνα λυτρωσάμενος].
DIOG. LAERT. II 72:
τὰ ἄριστα ὑπετίθετο [scil. Aristippus] τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλείονος εἶναι.
SUID. s.v. Ἀρίστιππος:
διήκουσε δὲ αὐτοῦ [scil. Aristippi] ἡ θυγάτηρ Ἀρήτη, ἀφ' ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὗ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς εἶτα Θεός˙ τοῦ δὲ Ἀντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης ὁ Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας ὁ Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις [ὁ Πλάτωνα λυτρωσάμενος]. [ = HESYCH. MILES. onomat. XC p. 25, 13-18]. de Aristippi secta. cf. DIOG. LAERT. II 47 [ = I H 5] et quae collegimus supra, I H 8 et 9.