V A 165

V A 165 GALEN. protr. 6:
καλῶς οὖν καὶ ὁ Ἀντισθένης καὶ ὁ Διογένης, ὃ μὲν χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους, ὃ δὲ ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν μὲν ὄφελος εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ' ὑπὸ τῶν κολάκων.