IV A 166

IV A 166 [PLUTARCH.] strom. 9 [Dox. gr. p. 581, 22 = EUSEB. praep. evang. I 8, 9 p. 24 B]:
[2] Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν [3] ἡδονὴν, κακῶν δὲ τὴν ἀλγηδόνα. τὴν δὲ ἄλλην φυσιολογίαν περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων τὸ ζητεῖν [HOM. Od. δ 392]
ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται.
EUSEB. praep. evang. XV 62, 7 p. 854 C:
ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ' ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον [fr. 353 S.V.F. I p. 79 sq.] ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν˙ εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα, τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε καταληπτοὺς εἶναι μήτε καὶ εἰ ὀφθεῖεν, ὄφελος ἔχειν τι.
THEMIST. orat. XXXIV 5:
καὶ διὰ τοῦτο ὁ μὲν παλαιὸς ἐκεῖνος Σωκράτης, ὃν ἄν τις πατέρα προσείποι καὶ ἀρχηγέτην τῆς πολυτελεστέρας σοφίας, τὰ μὲν ἄλλα ὅμως οὐκ ᾤετο δεῖν ἐρευνᾶν - τὰ μὲν γὰρ οὐδὲν ἡμῖν διαφέρειν, τῶν δὲ ὑπὲρ ἡμᾶς εἶναι τὴν γνῶσιν - ἅπασαν δὲ ἐποιεῖτο τὴν σκέψιν περὶ ἀγαθῶν καὶ κακῶν, καὶ πόθεν ἄνθρωπος γένοιτο ἂν εὐδαίμων καὶ πόθεν οἰκία καὶ πόθεν πόλις, καὶ ἐπῄνει τὸν Ὅμηρον πρὸ ἁπάντων σκοπεῖν ἀξιοῦντα
ὅττι τοι ἐν μεγάροισι κακόν 〈τ'〉 ἀγαθόν τε τέτυκται
ἐπὶ δὲ τούτων διέμενε τῶν ὅρων ὁ γνήσιος Σωκράτους χορός, ὁ Κέβης, ὁ Φαίδων, ὁ Ἀρίστιππος, ὁ Αἰσχίνης. cf. DIOG. LAERT. II 92 [ = IV A 172].