V B 166

V B 166 MAXIM. TYR. philosoph. I 9:
οὐδὲ γὰρ ἡ Διογένους ζήλωσις θυλάκιον καὶ βακτηρία, ἀλλ' ἔξεστίν που καὶ ταῦτα περιβεβλημένον [3] Σαρδαναπάλλου εἶναι κακοδαιμονέστερον.
MAXIM. TYR. philosoph. I 10:
νόμιζε δὴ κἂν τοῖς τῶν φιλοσόφων λόγοις, τὸ μὲν καλὸν οὐκ εἶναι παντοδαπὸν οὐδὲ διαπεφορημένον, ἀλλ' ἑν καὶ αὐτὸ αὑτῷ παραπλησίον˙ τοὺς δὲ ἀγωνιστὰς αὐτούς, ἄλλον ἄλλῳ σχήματι ὑπὸ τῆς τύχης περιβεβλήμενον, εἰσπέμπεσθαι ἐπὶ τὴν σχηνὴν τοῦ βίου, Πυθαγόραν μὲν πορφυρᾷ ἀμπισχόμενον, τρίβωνι δὲ Σωκράτην, Ξενοφῶντα δὲ θώραχι καὶ [9] ἀσπίδι, τὸν δὲ ἐκ τῆς Σινώπης ἀγωνιστήν, κατὰ τὸν Τήλεφον ἐκεῖνον, βακτηρίᾳ καὶ θυλάκῳ. συνετέλει δὲ αὐτοῖς καὶ τὰ σχήματα αὐτὰ πρὸς τὴν δραματουργίαν˙ καὶ διὰ τοῦτο ὁ μὲν Πυθαγόρας ἐξέπληττεν, ὁ δὲ Σωκράτης ἤλεγχεν, ὁ δὲ Ξενοφῶν ἔπειθεν, ὁ δὲ Διογένης ὠνείδιζεν.