I C 167

I C 167 PLUTARCH. de sera num. vind. 5 p. 550 F - 551 A:
ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι δι' ἀκρασίαν ἧττόν ἐστι κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεω τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρόν, ἐμφορεῖσθαι τιμωρίας συγγενοῦς καὶ ὁμοφύλου σώματος.