I C 169

I C 169 PLUTARCH. de lib. educ. 14 p. 10 C:
Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφ' αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδάζοντας ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν, "ἆρα" ἔφησε "καὶ εἴ με ὄνος ἐλάκτισεν. ἀντιλακτίσαι τοῦτον ἠξιώσατε ἄν;" οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων δ' αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο.
THEOPHYLACT. epist. XLIII:
οὕτω γὰρ καὶ, ὄνος ἡμᾶς εἰ λακτίσειεν, οὐκ ἂν δικαστήριον αὐτῷ συγκροτήσαιμεν. τοῦτο δέ τοι καὶ τῷ Σωφρονίσκου καλῶς διηγόρευται.