IV A 171

IV A 171 ARISTOT. metaph. M 3. 1078 a 31-4:
ἐπεὶ δὲ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἕτερον (τὸ μὲν γὰρ ἀεὶ ἐν πράξει, τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις), οἱ φάσκοντες οὐδὲν λέγειν τὰς μαθηματικὰς ἐπιστήμας περὶ καλοῦ ἢ ἀγαθοῦ ψεύδονται.
ALEX. in Aristot. metaph. p. 739, 21-24:
ἐν τούτοις ἀποτείνεται πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα. εἰ γὰρ πᾶν, φησὶν ὁ Ἀρίστιππος, ὂν ἀγαθοῦ ἢ καλοῦ ἕνεκεν ἐργάζεται, τὰ δὲ μαθηματικὰ οὔτε καλοῦ οὔτε ἀγαθοῦ στοχάζεται, τὰ μαθηματικὰ ἄρα οὔκ εἰσιν.
SYRIAN. in Aristot. metaph. p. 100, 15-17:
ἐν τούτοις ἀποτείνεται μὲν πάνυ δεόντως πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα μηδενὸς αὐτὰ καλοῦ ἢ ἀγαθοῦ νομίζων στοχάζεσθαι.