[39] Ἐτελεύτα δ' ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον. συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μίλωνος οἰκίᾳ (τούτου), ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη˙ τινὲς δ' αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους. τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα˙ καὶ πρός τινι χωρίῳ γενόμενος πλήρει κυάμων, ἵνα 〈μὴ〉 διέρχοιτο αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι ἂν μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι˙ καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὴ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς τετταράκοντα˙ διαφυγεῖν δ' ὀλίγους, ὧν ἦν καὶ Ἄρχιππος ὁ Ταραντῖνος καὶ Λῦσις ὁ προειρημένος. [39] Ἐτελεύτα δ' ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον. συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μίλωνος οἰκίᾳ [τούτου], ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη˙ τινὲς δ' αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους. τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα˙ καὶ πρός τινι χωρίῳ γενόμενος πλήρει κυάμων, ἵνα [αὐτόθι] ἔστη, εἰπὼν ἁλῶναι ἂν μᾶλλον ἢ πατῆσαι, [ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι]˙ καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὴ καὶ τοὺς πλείους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς τετταράκοντα˙ διαφυγεῖν δ' ὀλίγους, ὧν ἦν καὶ Ἄρχιππος ὁ Ταραντῖνος καὶ Λῦσις ὁ προειρημένος. [39] Ἐτελεύτα δ' ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον. Συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ 〈ἀθλη〉τοῦ, ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη (τινὲς δ' αὐτοὺς[59610] τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους). Τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα˙ καὶ πρός τινι χωρίῳ γενόμενος πλήρει κυάμων, ἵνα 〈μὴ〉 διέρχοιτο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι ἂν μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι˙ καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. Οὕτω δὴ [59615] καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς τετταράκοντα˙ διαφυγεῖν δ' ὀλιγίστους, [5971] ὧν ἦν καὶ Ἄρχιππος ὁ Ταραντῖνος καὶ Λῦσις ὁ προειρημένος.