IV A 173

IV A 173 ARISTOCLES. Περὶ φιλοσοφίας fr. 3 F.Ph.G. III p. 213 [ap. EUSEB. praep. evang. XIV 18, 31 p. 763 D-32 p. 764 A]:
Σωκράτους δ' ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ' ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. ἦν δ' ὁ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος˙ ἀλλ' οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. αἰεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοῦ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν [cf. infra IV B 5].