V B 174

V B 174 DIOG. LAERT. VI 22-23:
τρίβωνα διπλώσας πρῶτος κατά [2]τινας διὰ τὸ ἀνάγκην ἔχειν καὶ ἐνεύδειν αὐτῷ, πήραν τ' ἐκομίσατο ἔνθα αὐτῷ τὰ σιτία ἦν, καὶ παντὶ τόπῳ ἐχρῆτο εἰς πάντα, ἀριστῶν τε καὶ [4]καθεύδων καὶ διαλεγόμενος, ὅτε καὶ τοὺς Ἀθηναίους ἔφασκε, δεικνὺς τὴν τοῦ Διὸς στοὰν καὶ τὸ Πομπεῖον, αὐτῷ κατεσκευακέναι [6]ἐνδιαιτᾶσθαι. (23) βακτηρίᾳ δ' ἐπεστηρίζετο ἀσθενήσας˙ ἔπειτα μέντοι καὶ διὰ παντὸς ἐφόρει, οὐ μὴν ἐν ἄστει, ἀλλὰ καθ' ὁδὸν αὐτῇ τε καὶ τῇ πήρᾳ, καθά φησιν Ὀλυμπιόδωρος ὁ Ἀθηναίων προστατήσας καὶ Πολύευκτος ὁ ῥήτωρ καὶ Λυσανίας ὁ Αἰσχρίωνος. ἐπιστείλας δέ τινι οἰκίδιον αὐτῷ προνοήσασθαι, βραδύνοντος, τὸν ἐν τῷ Μητρῴῳ πίθον ἔσχεν οἰκίαν, ὡς [11]καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς διασαφεῖ. καὶ θέρους μὲν ἐπὶ ψάμμου ζεστῆς ἐκυλινδεῖτο χειμῶνος δ' ἀνδριάντας κεχιονισμένους περιελάμβανε, [13]πανταχόθεν ἑαυτὸν συνασκῶν [1 τρίβωνα. . . . . 11 διασαφεῖ = EUDOC. violar. 332 p. 240, 12-22]. cf. DIOG. LAERT. VI 104-5 [ = V A 135]; IULIAN. orator. IX [VI] p.180 D.