V B 179

V B 179 DIOG. LAERT. VI 81:
τὸν δὴ φιλόσοφον [scil. Diogenem] [2] Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ [3]ἀλείφεσθαι.
EPICTET. dissert. III 22, 86-89:
χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ [scil. Cynico philosopho]. ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι ὁμοίαν ἔμφασιν ἡ μαρτυρία αὐτοῦ ἔχει. (87) δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπ' αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἐνδείκνυσθαι, ὅτι ἡ ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαιτα οὐδὲ τὸ σῶμα λυμαίνεται˙ (88) "ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν." ὡς Διογένης ἐποίει. στίλβων γὰρ περιήρχετο καὶ κατ' αὐτὸ τὸ σῶμα ἐπέστρεφε τοὺς πολλούς. (89) ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ˙ πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλ' αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν.
EPICTET. dissert. IV 11, 21:
ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν. πάλιν περὶ Διογένους ταὐτὰ γράφουσι. cf. EPICTET. dissert. I [ = V B 265].