I C 180

I C 180 PHILOSTRAT. vit. Apoll. 6,19:
πρὸς ταῦτα ὁ Θεσπεσίων, "ἐγένετό τις" ἔφη "Σωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ." "οὐκ ἀνόητος," εἶπεν "ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχ' ὡς θεούς, ἀλλ' ἵνα μὴ θεοὺς ὀμνύοι."
DIOG. LAERT. VII 32:
ὤμνυε δέ [scil. Zenon: cf. fr. 6 S.V.F. I p. 70], φασί, καὶ κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα.
ATHEN. IX 370 C:
καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς [fr. 32a S.V.F. I p. 12] ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.