V A 181

V A 181 CLEM. ALEX. protr. VI 71, 2:
Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμος "θεὸν οὐδενὶ ἐοικέναι" φησίν˙ "διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται."
CLEM. ALEX. strom. V, XIV 108, 4:
ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν "τίνι με ὡμοιώσατε; λέγει κύριος," "<θεὸν> οὐδενὶ ἐοικέναι" φησί˙ "διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται." [= EUSEB. praep. evang. XIII 13, 35 p. 678 C].
THEODORET. graec. affect. cur. I 75:
καὶ Ἀντισθένης δέ, ὁ Σωκράτους μὲν φοιτητής, τῆς δὲ Κυνικῆς αἱρέσεως ἡγησάμενος, περὶ τοῦ Θεοῦ τῶν ὅλων βοᾷ˙ " ἀπὸ εἰκόνος οὐ γνωρίζεται, ὀφθαλμῷ οὐχ ὁρᾶται, οὐδενὶ ἔοικε˙ διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται."