I C 182

STOB. II 1,18:
ἡ μὲν γὰρ φιλοσοφία θήρα τῆς ἀληθείας ἐστὶ καὶ ὄρεξις. τῶν δὲ φιλοσοφησάντων ἔνιοι εὑρεῖν φασι τὸ θήραμα, ὡς Ἐπίκουρος καὶ οἱ Στωικοί˙ οἱ δὲ ἀκμὴν ἔτι ζητεῖν ὥς που παρὰ θεοῖς ὄν, καὶ τῆς σοφίας οὐκ ἀνθρωπίνου χρήματος ὄντος˙ οὕτως ἔλεγε Σωκράτης καὶ Πύρρων.