V A 185

XXX. - ΕΡΩΤΗΜΑ ΠΕΡΙ ΦΥΣΕΩΣ α' β' cf., infra, adnot. 25 (Vol. IV)
XXXI. - ΔΟΞΑΙ Η ΕΡΙΣΤΙΚΟΣ cf., infra, adnot. 25 (Vol. IV)
XXXII. - ΠΕΡΙ ΤΟΥ ΜΑΝΘΑΝΕΙΝ ΠΡΟΒΛΗΜΑΤΑ cf., infra, adnot. 25 (Vol. IV)
XXXIII. - HOMERICA cf., infra, adnot. 35 (Vol. IV)
V A 185 XENOPH. symp. 3, 5-6:
ἀλλὰ σὺ αὖ, ἔφη [scil. Antisthenes] λέγε, ὦ Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς. καὶ ὃς εἶπεν˙ ὁ πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου ἔπη μαθεῖν˙ καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσσειαν ἀπὸ στόματος εἰπεῖν. Ἐκεῖνο δ', ἔφη ὁ Ἀντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη; Καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀν' ἑκάστην ἡμέραν; Οἶσθά τι οὖν ἔθνος, ἔφη, ἠλιθιώτερον ῥαψῳδῶν; Οὐ μὰ τὸν Δί', ἔφη ὁ Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ. Δῆλον γάρ, ἔφη ὁ Σωκράτης, ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. σὺ δὲ Στησιμβρότῳ τε καὶ Ἀναξιμάνδρῳ καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε πολλοῦ ἀξίων λέληθε.