[40] "καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον˙ ἔοικε μὴν οὐ ῥᾴδιον 〈εἶναι〉 πείθειν." ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἢ ἐν φίλοις ἢ ἐν βιβλίοις˙ ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί.
Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ (FHG III. 579). ὑφ' οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος (FGrH 115 F 294). Μυρωνιανὸς δ' ἐν Ὁμοίοις (FHG IV. 454) φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.
[40] "καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον˙ ἔοικε μὴν οὐ ῥᾴδιον 〈εἶναι〉 πείθειν." ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἢ ἐν φίλοις ἢ ἐν βιβλίοις˙ ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί.
Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ. ὑφ' οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος. Μυρωνιανὸς δ' ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.
[40] "Καλὸν [21710] μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον˙ ἔοικε μὴν οὐ ῥᾴδιον 〈εἶναι〉 πείθειν." Ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἢ ἐν φίλοις ἢ ἐν βιβλίοις˙ ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί.
Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος
[21715] ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν 〈ἐν〉 Ἀπομνημονευμάτων τρίτῳ. Ὑφ' οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος. Μυρωνιανὸς δ' ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.