V A 189

V A 189 PORPHYR. schol. ad Od. ι 106:
[Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων]. πῶς ὑπερφιάλους καὶ ἀθεμίστους καὶ παρανόμους εἰπὼν τοὺς Κύκλωπας ἄφθονα παρὰ θεῶν αὐτοῖς ὑπάρχειν φησὶ τὰ ἀγαθά; ῥητέον οὖν ὅτι ὑπερφιάλους μὲν διὰ τὴν ὑπεροχὴν τοῦ σώματος, ἀθεμίστους δὲ τοὺς μὴ νόμῳ χρωμένους ἐγγράφῳ διὰ τὸ ἕκαστον τῶν ἰδίων ἄρχειν˙ θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ' ἀλόχου (v. 115), ὅπερ ἀνομίας σημεῖον. Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον˙ καὶ γὰρ ὄντως τοῦ Διὸς ὑπερόπτης ἐστίν˙ οὐκοῦν οἱ λοιποὶ δίκαιοι˙ διὰ τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα ἀναδιδόναι αὐτομάτως˙ καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν. ἀλλ' ἔμπροσθεν εἶπε βιαίους˙ οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν (ζ 6)[ὥσπερ καὶ τοὺς Γίγαντας˙ ὅσπερ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευε (η 59)], ὥστε καὶ τοὺς Φαίακας βλαπτομένους ὑπ' αὐτῶν μεταναστῆναι. ἐγένετο δὲ διὰ τὸ ἀνόμοιον τῆς πολιτείας.
ὑπερφιάλων τῶν μεγαλοφυῶν τῷ σώματι˙ τῶν δισήμων γὰρ ἡ λέξις, ἀθεμίστων δὲ τῶν νόμοις μὴ κεχρημένων˙ φησὶ γὰρ θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ' ἀλόχων. εἰ γὰρ ἦν ἀθεμίστων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει˙ οἵ ῥα θεοῖσι πεποιθότες; εἰ δ' εἴποι τις˙ καὶ πῶς ὁ Πολύφημός φησιν˙ οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν (v. 275); σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος (op. 277 sqq.)˙
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς
ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς,
ἀνθρώποις δὲ δέδωκε δίκην.
ὥστε Πολύφημον μόνον λέγει ὑπερήφανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς.
ὑπερφιάλων ἀθεμίστων. οὔ φασι συμφερόντως εἰρῆσθαι τοῦτο˙ τὸ γὰρ τοῖς ἀθεμίστοις, ὡς αὐτὸς λέγει, τοιαῦτα ἐκ θεῶν δεδωρῆσθαι ἀκούειν ἀσύμφορον. λύεται δὲ τῇ λέξει˙ τὸ μὲν γὰρ ὑπερφίαλον καὶ ἐπὶ τοῦ μεγάλου καὶ κρείττονος τάττεται. οὐ γὰρ οἱ μνηστῆρες καθ' ἑαυτῶν ἔλεγον ἄν˙ οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν δαίνυσαι (φ 289). τὸ δὲ ἀθέμιστον τὸ μὴ κοινῶς τοῖς θεσμοῖς χρῆσθαί φασιν, ὡς τὸ
τοῖσι δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
παίδων ἠδ' ἀλόχων (ι 112 sqq.)˙
ὅτι μὲν γὰρ χρῶνται τῇ θέμιδι δηλοῖ, πλὴν οὐ κοινῇ.
οὐδ' ἀλλήλων ἀλέγουσιν (v. 115). ἀδικίαν καὶ παρανομίαν ἐγκαλεῖ τοῖς Κύκλωψιν ἐντεῦθεν ὁ ποιητής, ὡς μὴ προνοουμένοις ἀλλήλων. ἀλλὰ μᾶλλον ἐμφαίνει, ὅτι διὰ τὴν ἄγαν δικαιοσύνην καὶ τὸ μὴ πλεονεκτεῖσθαι παρ' ἀλλήλων ἢ ἄλλως ἀδικεῖσθαι οὐδὲ ἐδέοντο τῆς ἀλλήλων προνοίας. ὅτι δὲ οὕτως ἔχει δῆλον ἐκ τοῦ Πολυφήμου˙ τούτου γὰρ κράξαντος συνῆλθον ἅπαντες (v. 401). τινὲς δὲ τὸ οὐκ ἀλέγουσιν ἀλλήλων οὕτω φασίν˙ οὐ φροντίζουσιν ἀλλήλων ὅσον ἕνεκεν ὑποταγῆς˙ ἕκαστος γὰρ αὐτοκράτωρ ἐστὶ καὶ οὐχ ὑποτάσσεται τῷ ἑτέρῳ.
. . . . . . μόνος γὰρ ἄδικος ὁ Πολύφημος˙ ἀπάνευθεν γὰρ ὢν ἀθεμίστια ᾔδη καὶ οἶος ποιμαίνεσκε (v. 188. 89), τῶν δ' ἄλλων ἕκαστος θεμιστεύει παίδων ἠδ' ἀλόχων˙ ὅθεν οὐδὲ τὸ σπήλαιον ἀνοίξαντες πολυπραγμονοῦσι, τί πέπονθεν. καὶ μαντείαις χρῶνται (v. 510) καὶ θεοὺς νομίζουσι˙ ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι (v. 412).
πῶς τοῦ Κύκλωπος προειπόντος˙ οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν, οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροί εἰμεν (v. 275. 76), πάλιν ἐποίησε τοὺς Κύκλωπας λέγοντας˙ νοῦσον δ' οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι (v. 411. 12); ἐναντίωμα γὰρ φαίνεται, μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντος˙ τὸ γὰρ μὴ προσέχειν τοῖς θεοῖς κρειττόνων ἂν εἴη εἰκότως, τὸ δὲ προσέχειν πάλιν ἡττόνων. λύεται δὲ πάλιν ἐκ προσώπου τῶν λεγόντων. ὅτι μὲν γὰρ οἱ Κύκλωπές εἰσι πολὺ φέρτεροι τῶν θεῶν, ὁ Πολύφημος εἴρηκε πρὸς τὸν Ὀδυσσέα, ὅτι δὲ οἱ Κύκλωπες τῶν θεῶν εἰσι κρείττους, τῶν ἄλλων οὐδεὶς εἴρηκεν. εἰ μὲν οὖν ὁ ποιητὴς ταῦτα εἴρηκεν ἢ ὁ αὐτὸς παρὰ τῷ ποιητῇ, ἐναντία ἦν. ἐπεὶ δὲ ἄλλος καὶ ἄλλος ἐστὶν ὁ λέγων, σκεπτέον τίνι περιέθηκε τοὺς ἀφρονεστέρους λόγους. δῆλον δὲ ὅτι τῷ Πολυφήμῳ, ὃς οὐχ ὁμογνώμων ἦν τοῖς ἄλλοις οὐδ' ἐν τῇ περὶ θεῶν δόξῃ ὡμολόγει˙ ἐποιμαίνετο γὰρ, ὥς φησιν ὁ ποιητὴς, ἀπόπροθεν οὐδὲ μετ' ἄλλους πωλεῖτο, ἀλλ' ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδει (v. 188. 89). αὐτὸς οὖν καὶ περὶ θεῶν τὰ ἀθεμίστια εἰδὼς ἡγεῖτο καὶ τοὺς ἄλλους Κύκλωπας τὰ αὐτὰ δοξάζειν αὐτῷ, τοὺς δὲ συμβεβήκει βελτίους ἐκείνου τὴν φύσιν ὄντας μὴ τὰ αὐτὰ γινώσκειν ἐκείνῳ˙ περὶ γὰρ τούτων ἔφη ὁ ποιητής˙ οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν (v. 107).