V A 192

V A 192 ANONYM. schol. lips. ad Il. Ο 123:
[εἰ μὴ Ἀθήνη πᾶσι περιδδείσασα θεοῖσι]. εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, περὶ τῶν μελλόντων ἡ Γλαυκῶπις φροντίζει. ἐκ τούτου καὶ Ἀντισθένης φησίν, ὡς εἴ τι πράττει ὁ σοφός, κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, ὡς καὶ ἡ Ἀθηνᾶ τριχῶς νουθετεῖ τὸν Ἄρην.