[40] Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, "ἰδού," φησί, "καὶ Διογένης παρασίτους τρέφει." Πλάτωνος εἰπόντος αὐτὸν κύνα, "ναί," ἔφη˙ "ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας." ἐκ τοῦ βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λούονται, ἠρνήσατο˙ τῷ δ' εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, "οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος." ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, "εἰ μὲν πλούσιος," εἶπεν, "ὅταν θέλῃ˙ εἰ δὲ πένης, ὅταν ἔχῃ." [40] Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, "ἰδού," φησί, "καὶ Διογένης παρασίτους τρέφει." Πλάτωνος εἰπόντος αὐτὸν κύνα, "ναί," ἔφη˙ "ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας." ἐκ τοῦ βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λούονται, ἠρνήσατο˙ τῷ δ' εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, "οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος." ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, "εἰ μὲν πλούσιος," ἔφη, "ὅταν θέλῃ˙ εἰ δὲ πένης, ὅταν ἔχῃ." [40] Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, " Ἰδού," φησί, "καὶ Διογένης παρασίτους τρέφει." Πλάτωνος εἰπόντος αὐτὸν κύνα, "Ναί," ἔφη˙ "〈ἀλλ'〉 ἐγὼ γ' 〈οὐκ〉 ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας." Ἐκ τοῦ βαλανείου ἐξιὼν τῷ [39915] μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λούονται, ἠρνήσατο˙ τῷ δ' εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτοῦ εἰς τὴν σχολὴν καί φησιν˙ "Οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος." Ὅθεν [4001] τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. Πρὸς τὸν πυθόμενον ποίαν ὥραν δεῖ ἀριστᾶν, "Εἰ μὲν πλούσιος," εἶπεν, "ὅταν θέλῃ˙ εἰ δὲ πένης, ὅταν ἔχῃ."