I C 196

I C 196 STOB. II 31, 101:
Σωκράτης Ξενοφῶντα νέον 〈ὄντα〉 ὁρῶν εὐφυῆ ἠρώτησεν, εἰ οἶδεν ὅπου τῆς ἀγορᾶς οἱ ἰχθύες εἶεν, τοῦ δὲ εἰπόντος, ναί, ἑξῆς ἤρετο, τί δὲ τὰ λάχανα; ὡς δ' εἶπε καὶ τοῦτο καὶ τὰ ἄλλα, ἐπὶ πᾶσιν ἤρετο, εἰ οἶδεν ὅπου οἱ καλοὶ κἀγαθοὶ διατρίβουσι˙ σιωπῶντος δὲ ἐπιπλήξας αὐτὸν κατέλιπεν˙ ὁ δὲ διατραπεὶς ἀπ' ἐκείνου ἤρξατο φιλοσοφεῖν [ = EXC. E MS. FLOR. IOANN. DAMASC. II 13, 101].